1Gv 1 Giovanni, capitolo Prima Lettera di Giovanni, capitolo 1
Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς— καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα, καὶ ἐφανερώθη ἡμῖν— ὅ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν 1:3 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL ⸆ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾽ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ χριστοῦ· καὶ ταῦτα γράφομεν 1:4 ⸂ ὑμῖν RP f 35 TR ¦ ἡμεῖς TNT2 WH NA NIV SBL ⸂ὑμῖν,⸃ ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.
Καὶ 1:5 ⸂ ἔστιν αὕτη ἡ ἀγγελία RP f 35 TNT2 WH NA NIV SBL ¦ αὕτη ἔστιν ἡ ἐπαγγελία TR ⸂ἔστιν αὕτη ἡ ἀγγελία⸃ ἣν ἀκηκόαμεν ἀπ᾽ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ θεὸς φῶς ἐστίν, καὶ σκοτία 1:5 ⸉ ἐν αὐτῷ οὐκ ἔστιν RP f 35 TR NA NIV SBL ¦ οὐκ ἔστιν ἐν αὐτῷ TNT2 WH ⸉ἐν αὐτῷ οὐκ ἔστιν⸊ οὐδεμία. Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾽ αὐτοῦ, καὶ ἐν τῷ σκότει 1:6 ⸂ περιπατῶμεν RP TR TNT2 WH NA NIV SBL ¦ περιπατοῦμεν f 35 ⸂περιπατῶμεν,⸃ ψευδόμεθα, καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· ἐὰν 1:7 ⸋ δὲ RP f 35 TR TNT2 WH NA25+27 NIV SBL ¦ – NA28 ⸋δὲ⸌ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ᾽ ἀλλήλων, καὶ τὸ αἷμα 1:7 ⸂ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ Ἰησοῦ TNT2 WH NA NIV SBL ⸂Ἰησοῦ χριστοῦ⸃ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἡ ἀλήθεια 1:8 ⸉ οὐκ ἔστιν ἐν ἡμῖν RP f 35 TR WH NA NIV SBL ¦ ἐν ἡμῖν οὐκ ἔστιν TNT2 ⸉οὐκ ἔστιν ἐν ἡμῖν.⸊ Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας, καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.