Откр Откровение, глава Откровение ап. Иоанна (Апокалипсис), глава 3
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἔχων 3:1 ⸂ τὰ ἑπτὰ πνεύματα … τοὺς ἑπτὰ ἀστέρας RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰ πνεύματα … τοὺς ἑπτὰ ἀστέρας TR ⸂τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας·⸃ Οἶδά σου τὰ ἔργα, ὅτι 3:1 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ TR ⸆ ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ. Γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ 3:2 ⸂ ἔμελλες ἀποβάλλειν RP ¦ ἔμελλες ἀποβαλεῖν f 35 ¦ μὲλλει ἀποθανεῖν TR ¦ ἔμελλον ἀποθανεῖν TNT2 WH NA NIV SBL ⸂ἔμελλες ἀποβάλλειν·⸃ οὐ γὰρ εὕρηκά σου 3:2 ⸋ τὰ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋τὰ⸌ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ 3:2 ⸋2 μου RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR ⸋2μου.⸌ Μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει, καὶ μετανόησον. Ἐὰν οὖν μὴ γρηγορήσῃς, 3:3 ⸂ ἥξω ἐπί σε … ἥξω ἐπί σε. RP f 35 TR ¦ ἥξω … ἥξω ἐπί σε. TNT2 WH NA NIV SBL ⸂ἥξω ἐπί σε ὡς κλέπτης, καὶ οὐ μὴ 3:3 ⸂2 γνῷς RP f 35 TR WH NA NIV SBL ¦ γνώσῃ TNT2 ⸂2γνῷς⸃ ποίαν ὥραν ἥξω ἐπί σε.⸃ 3:4 ⸂ Ἀλλ᾽ RP f 35 NA28 ¦ – TR ¦ Ἀλλὰ TNT2 WH NA25+27 NIV SBL ⸂Ἀλλ᾽⸃ 3:4 ⸉ ὀλίγα ἔχεις RP f 35 ¦ ἔχεις ὀλίγα TR TNT2 WH NA NIV SBL ⸉ὀλίγα ἔχεις⸊ ὀνόματα 3:4 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR ⸆ ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν· καὶ περιπατήσουσιν μετ᾽ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν. Ὁ νικῶν, 3:5 ⸂ οὗτος RP TR ¦ οὕτως f 35 TNT2 WH NA NIV SBL ⸂οὗτος⸃ περιβαλεῖται ἐν ἱματίοις λευκοῖς· καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ 3:5 ⸂2 ὁμολογήσω RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐξομολογήσομαι TR ⸂2ὁμολογήσω⸃ τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου, καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν 3:7 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τοῦ⸌ Δαυίδ, 3:7 ⸂ ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει αὐτήν, εἰ μὴ ὁ ἀνοίγων· καὶ οὐδεὶς ἀνοίξει RP f 35 ¦ ὁ ἀνοίγων καὶ οὐδεὶς κλείει· καὶ κλείει καὶ οὐδεὶς ἀνοίγει TR ¦ ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει· καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει TNT2 WH NA NIV SBL ⸂ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει αὐτήν, εἰ μὴ ὁ ἀνοίγων· καὶ οὐδεὶς ἀνοίξει.⸃ Οἶδά σου τὰ ἔργα· ἰδού, δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, 3:8 ⸂ ἣν RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR ⸂ἣν⸃ οὐδεὶς δύναται κλεῖσαι αὐτήν, ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. Ἰδού, 3:9 ⸂ δίδωμι RP f 35 TR ¦ διδῶ TNT2 WH NA NIV SBL ⸂δίδωμι⸃ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται· ἰδού, ποιήσω αὐτοὺς ἵνα 3:9 ⸂2 ἥξωσιν καὶ προσκυνήσωσιν RP ¦ ἥξουσιν καὶ προσκυνήσωσιν f 35 ¦ ἥξωσι καὶ προσκυνήσωσιν TR ¦ ἥξουσιν καὶ προσκυνήσουσιν TNT2 WH NA NIV SBL ⸂2ἥξωσιν καὶ προσκυνήσωσιν⸃ ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι 3:9 ⸆ – RP f 35 ¦ ἐγὼ TR TNT2 WH NA NIV SBL ⸆ ἠγάπησά σε. Ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ, τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 3:11 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἰδού TR ⸆ Ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. Ὁ νικῶν, ποιήσω αὐτὸν στύλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ᾽ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἣ 3:12 ⸂ καταβαίνει RP f 35 ¦ καταβαίνουσα TR TNT2 WH NA NIV SBL ⸂καταβαίνει⸃ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Καὶ τῷ ἀγγέλῳ 3:14 ⸂ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας RP f 35 TNT2 NA NIV SBL ¦ τῆς ἐκκλησίας Λαοδικέων TR ¦ τῆς ἐν Λαοδικίᾳ ἐκκλησίας WH ⸂τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας⸃ γράψον, Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς 3:14 ⸂2 ὁ πιστὸς καὶ ἀληθινός RP f 35 TR TNT2 NA NIV SBL ¦ ὁ πιστὸς καὶ ὁ ἀληθινός WH ⸂2ὁ πιστὸς καὶ ἀληθινός,⸃ ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ· Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· ὄφελον ψυχρὸς 3:15 ⸂ ἦς RP f 35 TNT2 WH NA NIV SBL ¦ εἴης TR ⸂ἦς⸃ ἢ ζεστός. Οὕτως ὅτι χλιαρὸς εἶ, καὶ 3:16 ⸂ οὐ ζεστὸς οὔτε ψυχρός RP f 35 ¦ οὔτε ψυχρός οὔτε ζεστὸς TR ¦ οὔτε ζεστὸς οὔτε ψυχρός TNT2 WH NA NIV SBL ⸂οὐ ζεστὸς οὔτε ψυχρός,⸃ μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. Ὅτι λέγεις, 3:17 ⸆ – RP f 35 ¦ ὅτι TR TNT2 WH NA NIV SBL ⸆ Πλούσιός εἰμι, καὶ πεπλούτηκα, καὶ 3:17 ⸂ οὐδενὸς RP f 35 TR ¦ οὐδὲν TNT2 WH NA NIV SBL ⸂οὐδενὸς⸃ χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ 3:17 ⸂2 ὁ ταλαίπωρος καὶ ὁ ἐλεεινὸς καὶ πτωχὸς RP f 35 ¦ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς TR TNT2 NA NIV SBL ¦ ὁ ταλαίπωρος καὶ ἐλεινὸς καὶ πτωχὸς WH ⸂2ὁ ταλαίπωρος καὶ ὁ ἐλεεινὸς καὶ πτωχὸς⸃ καὶ τυφλὸς καὶ γυμνός· συμβουλεύω σοι ἀγοράσαι 3:18 ⸉ χρυσίον παρ᾽ ἐμοῦ RP f 35 ¦ παρ᾽ ἐμοῦ χρυσίον TR TNT2 WH NA NIV SBL ⸉χρυσίον παρ᾽ ἐμοῦ⸊ πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκά, ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου· καὶ κολλύριον 3:18 ⸂ ἵνα ἐγχρίσῃ RP ¦ ἐγχρῖσον f 35 TR ¦ ἐγχρῖσαι TNT2 WH NA NIV SBL ⸂ἵνα ἐγχρίσῃ⸃ 3:18 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἐπὶ f 35 ⸆ τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς. Ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· 3:19 ⸂ ζήλωσον RP f 35 TR ¦ ζήλευε TNT2 WH NA NIV SBL ⸂ζήλωσον⸃ οὖν καὶ μετανόησον. Ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου, καὶ ἀνοίξῃ τὴν θύραν, 3:20 ⸋ καὶ RP f 35 NA27+28 NIV73 SBL ¦ – TR TNT2 WH NA25 NIV11 ⸋καὶ⸌ εἰσελεύσομαι πρὸς αὐτόν, καὶ δειπνήσω μετ᾽ αὐτοῦ, καὶ αὐτὸς μετ᾽ ἐμοῦ. Ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ᾽ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.