Hb Hebreus, capítulo Epístola aos Hebreus, capítulo 1

Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι᾿ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι᾿ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾿ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.

Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων,

Υἱός μου εἶ σύ,

ἐγὼ σήμερον γεγέννηκά σε;

Καὶ πάλιν,

Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα,

καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;

Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει,

Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.

Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει,

Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,

καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·

πρὸς δὲ τὸν υἱόν,

Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·

ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.

Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν·

διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου,

ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Καί,

Σὺ κατ᾿ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας,

καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·

αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·

καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,

καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς,

καὶ ἀλλαγήσονται·

σὺ δὲ ὁ αὐτὸς εἶ,

καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.

Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε,

Κάθου ἐκ δεξιῶν μου,

ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;

Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;